Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.87 Joseph. AJ 19.94 (English) >>Joseph. AJ 19.99

19.91συγκαθημένης δὲ τῆς πληθύος καὶ τοῦ Χαιρέου σὺν τοῖς χιλιάρχοις οὐκ ἄπωθεν τοῦ Γαΐου, δεξιὸν δὲ τοῦ θεάτρου κέρας Καῖσαρ εἶχεν, Βαθύβιός τις τῶν συγκλητικῶν ἀνὴρ ἐστρατηγηκὼς ἤρετο Κλούιον παρακαθεζόμενον αὐτῷ καὶ τοῦτον ὑπατικόν, εἰ δή τις αὐτῷ νεωτέρων πραγμάτων πέρι ἀφίκοιτο πύστις, προμηθὴς γενόμενος τοῦ μὴ ἐξάκουστος εἶναι τάδε λέγων. 19.92τοῦ δὲ φαμένου μηδὲν πεπύσθαι σημεῖοντοιγαροῦν, Κλούιε, τυραννοκτονίας ἀγὼν πρόκειται.” καὶ Κλούιος γενναῖε, φησίν, σίγα, μή τις τʼ ἄλλος 19.93Ἀχαιῶν μῦθον ἀκούσῃ.” πολλῆς δʼ ὀπώρας ἐπιχεομένης τοῖς θεωροῖς καὶ πολλῶν ὀρνέων ὁπόσα τῷ σπανίῳ τίμια τοῖς κτωμένοις, Γάιος ἡδονῇ τὰς περὶ αὐτοῖς ἐθεώρει μάχας καὶ διαρπαγὰς οἰκειουμένων αὐτὰ τῶν θεωρῶν. 19.94ἔνθα δὲ καὶ σημεῖα μανθάνει δύο γενέσθαι· καὶ γὰρ μῖμος εἰσάγεται, καθʼ ὃν σταυροῦται ληφθεὶς ἡγεμών, τε ὀρχηστὴς δρᾶμα εἰσάγει Κινύραν, ἐν αὐτός τε ἐκτείνετο καὶ θυγάτηρ Μύρρα, αἷμά τε ἦν τεχνητὸν πολὺ καὶ περὶ τὸν σταυρωθέντα ἐκκεχυμένον καὶ τῶν περὶ τὸν Κινύραν. 19.95ὁμολογεῖται δὲ καὶ τὴν ἡμέραν ἐκείνην γενέσθαι, ἐν Φίλιππον τὸν Ἀμύντου Μακεδόνων βασιλέα κτείνει Παυσανίας εἷς τῶν ἑταίρων εἰς τὸ θέατρον εἰσιόντα. 19.96Γαΐου δʼ ἐνδοιάζοντος, εἴτε παραμείνειεν εἰς τέλος τῇ θεωρίᾳ διὰ τὸ τελευταίαν εἶναι τὴν ἡμέραν εἴτε λουτρῷ χρησάμενος καὶ σίτῳ εἶτα ἐπανίοι καθὰ καὶ οἱ πρότερον, Μινουκιανὸς ὑπὲρ τοῦ Γαΐου καθεζόμενος καὶ δεδιώς, μὴ διαλυθείη τὰ τῶν καιρῶν εἰς κενόν, ἐξαναστὰς ἐπειδὴ καὶ Χαιρέαν ἑώρα προεξεληλυθότα, ἠπείγετο θαρσύνειν αὐτὸν προελθών.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.87 Joseph. AJ 19.94 (English) >>Joseph. AJ 19.99

Powered by PhiloLogic